TLG 2336 002 :: HEREAS :: Fragmenta

HEREAS Hist., vel Heragoras
(Megareus: 4–3 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 426–427.

Frr. 1–4

Citation: Fragment — (line)

t1-4

ΜΕΓΑΡΙΚΑ

1

Plutarch. Thes. c. 20: Οἱ δὲ εἰς Νάξον ὑπὸ ναυ‐ τῶν κομισθεῖσαν (Ἀριάδνην) Οἰνάρῳ τῷ ἱερεῖ τοῦ Διο‐ νύσου συνοικεῖν, ἀπολειφθῆναι δὲ τοῦ Θησέως ἐρῶντος ἑτέρας·
5 Δεινὸς γάρ μιν ἔτειρεν ἔρως Πανοπηΐδος Αἴγλης. Τοῦτο γὰρ τὸ ἔπος ἐκ τῶν Ἡσιόδου Πεισίστρατον ἐξε‐ λεῖν φησιν Ἡρέας ὁ Μεγαρεύς· ὥσπερ αὖ πάλιν ἐμβα‐ λεῖν εἰς τὴν Ὁμήρου νεκυίαν τὸ Θησέα, Πειρίθοόν τε, θεῶν ἀριδείκετα τέκνα,
10χαριζόμενον Ἀθηναίοις.

2

Idem Solon. c. 10: Ἔτι δὲ μᾶλλον ἐξελέγξαι τοὺς Μεγαρέας βουλόμενον (Σόλωνά φασι) ἰσχυρίσασθαι περὶ τῶν νεκρῶν, ὡς οὐχ ὃν τρόπον ἐκεῖνοι θάπτουσι κεκηδευμένων, ἀλλ’ ὃν αὐ‐
5τοί. Θάπτουσι δὲ Μεγαρεῖς πρὸς ἕω τοὺς νεκροὺς στρέ‐
φοντες, Ἀθηναῖοι δὲ πρὸς ἑσπέραν. Ἡρέας δὲ ὁ Μεγα‐ ρεὺς ἐνιστάμενος λέγει καὶ Μεγαρεῖς πρὸς ἑσπέραν τε‐ τραμμένα τὰ σώματα τῶν νεκρῶν τιθέναι· καὶ μεῖζον ἔτι τούτου, μίαν ἕκαστον Ἀθηναίων ἔχειν θήκην, Με‐426
10γαρέων δὲ καὶ τρεῖς καὶ τέσσαρας ἐν μιᾷ κεῖσθαι.

3

Idem ib. c. 32: Ἐλθόντες οὖν ἐπὶ τὰς Ἀφίδνας καὶ μάχῃ κρατήσαντες ἐξεῖλον τὸ χωρίον. Ἐνταῦθά φασι καὶ Ἄλυκον πεσεῖν τὸν Σκείρωνος υἱὸν συστρατευόμενον
5τότε τοῖς Διοσκούροις· ἀφ’ οὗ καὶ τόπον τῆς Μεγαρικῆς Ἄλυκον καλεῖσθαι τοῦ σώματος ἐνταφέντος. Ἡρέας δ’ ὑπὸ Θησέως αὐτοῦ περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἄλυ‐ κον ἱστόρηκε· καὶ μαρτύρια ταυτὶ τὰ ἔπη παρέχεται περὶ τοῦ Ἀλύκου·
10 .... τὸν ἐν εὐρυχόρῳ ποτ’ Ἀφίδνῃ μαρνάμενον Θησεὺς Ἑλένης ἕνεκ’ ἠϋκόμοιο κτεῖνεν. Οὐ μὴν εἰκὸς Θησέως παρόντος ἁλῶναι τήν τε μητέρα καὶ τὰς Ἀφίδνας.

4

Schol. Apoll. Rhod. I, 212: Ἡσαγόρας δὲ ἐν τοῖς Μεγαρικοῖς τὸν τὴν Ὠρείθυιαν ἁρπάσαντα Βο‐
ρέαν υἱὸν Στρυμόνος φησὶν, οὐχὶ δὲ τὸν ἀνεψιόν.427